TLG 2298 002 :: LYSANIAS :: Fragmentum

LYSANIAS Hist.
(Mallotes: a. A.D. 2)

Fragmentum

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 441.

Fr. 1

Citation: Fragment — (line)

t1

ΠΕΡΙ ΕΡΕΤΡΙΑΣ.

1

Plutarch. De malign. Herod. c. 24: Ἐν δὲ τοῖς ἐφεξῆς τὰ περὶ Σάρδεις διηγούμενος (Ἡρόδοτος), ὡς ἐνῆν μάλιστα διέλυσε καὶ διελυμήνατο τὴν πρᾶξιν· ἃς μὲν Ἀθηναῖοι ναῦς ἐξέπεμψαν Ἴωσι τιμωροὺς, ἀπο‐
5στᾶσι βασιλέως, ἀρχεκάκους τολμήσας προσειπεῖν, ὅτι τοσαύτας πόλεις καὶ τηλικαύτας Ἑλληνίδας ἐλευθεροῦν ἐπεχείρησαν ἀπὸ τῶν βαρβάρων, Ἐρετριέων δὲ κομιδῇ μνησθεὶς ἐν παρέργῳ, καὶ παρασιωπήσας μέγα κατόρ‐ θωμα καὶ ἀοίδιμον. Ἤδη γὰρ ὡς ** τὴν Ἰωνίαν συγ‐
10κεχυμένην, καὶ στόλου βασιλικοῦ προσπλέοντος, ἀπαν‐ τήσαντες ἔξω Κυπρίους ἐν τῷ Παμφυλίῳ πελάγει κατεναυμάχησαν· εἶτ’ ἀναστρέψαντες ὀπίσω, καὶ τὰς ναῦς ἐν Ἐφέσῳ καταλιπόντες, ἐπέθεντο Σάρδεσι, καὶ Ἀρταφέρνην ἐπολιόρκουν, εἰς τὴν ἀκρόπολιν καταφυ‐
15γόντα, βουλόμενοι τὴν Μιλήτου λῦσαι πολιορκίαν· καὶ τοῦτο μὲν ἔπραξαν, καὶ τοὺς πολεμίους ἀνέστησαν ἐκεῖ‐ θεν, ἐν φόβῳ θαυμαστῷ γενομένους· πλήθους δ’ ἐπιχυ‐ θέντος αὐτοῖς, ἀπεχώρησαν. Ταῦτα δ’ ἄλλοι τε καὶ
Λυσανίας ὁ Μαλλώτης ἐν τοῖς Περὶ Ἐρετρίας εἴρηκε.441